Titus 1 Greek in Tamil
- Παῦλος δοῦλος θεοῦ ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν
- ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων
- ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ
- Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν χάρις ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν
- Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην
- εἴ τίς ἐστιν ἀνέγκλητος μιᾶς γυναικὸς ἀνήρ τέκνα ἔχων πιστά μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα
- δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον μὴ αὐθάδη μὴ ὀργίλον μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ
- ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ
- ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν
- Εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ περιτομῆς
- οὓς δεῖ ἐπιστομίζειν οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν
- εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης Κρῆτες ἀεὶ ψεῦσται κακὰ θηρία γαστέρες ἀργαί
- ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει
- μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν
- πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις
- θεὸν ὁμολογοῦσιν εἰδέναι τοῖς δὲ ἔργοις ἀρνοῦνται βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι